Παρακολουθήστε σε ζωντανή μετάδοση από τον Ιερό Ναό των Αγίων Ισιδώρων Λυκαβηττού τoν 'Ορθρο και την Θεία Λειτουργία των Εισοδίων της Υπεραγίας Θεοτόκου.Greek Orthodox Divine Liturgy Service (Live stream) of the Entrance of the Theotokos into the Temple.
ΣΗΜΕΡΙΝΟ ΕΥΑΓΓΕΛΙΟ - ΚΑΤΑ ΛΟΥΚΑΝ Ι´ 38 - 42 38 Ἐγένετο δὲ ἐν τῷ
πορεύεσθαι αὐτοὺς καὶ αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά. γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο
αὐτὸν εἰς τὸν οἴκον αὐτῆς. 39 καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ
παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ ἤκουε τὸν λόγον αὐτοῦ. 40 ἡ δὲ Μάρθα
περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή
μου μόνην με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. 41 ἀποκριθεὶς
δὲ εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Μάρθα Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· 42 ἑνὸς
δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ’
αὐτῆς. ΚΑΤΑ ΛΟΥΚΑΝ ΙΑ´ 27 - 28 27 Ἐγένετο δὲ ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά
τις γυνὴ φωνὴν ἐκ τοῦ ὄχλου εἶπεν αὐτῷ· Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε καὶ
μαστοὶ οὓς ἐθήλασας. 28 αὐτὸς δὲ εἶπε· Μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον
τοῦ Θεοῦ καὶ φυλάσσοντες αὐτόν.
The Gospel According to Luke 10:38-42, 11:27-28 At that time, Jesus entered a village; and a woman called Martha received him into her house. And she had a sister called Mary, who sat at the Lord's feet and listened to his teaching. But Martha was distracted with much serving; and she went to him and said, "Lord, do you not care that my sister has left me to serve you alone? Tell her then to help me." But the Lord answered her, "Martha, Martha, you are anxious and troubled about many things; one thing is needful. Mary has chosen the good portion, which shall not be taken away from her." As he said this, a woman in the crowd raised her voice and said to him, "Blessed is the womb that bore you, and the breasts that you sucked!" But he said, "Blessed rather are those who hear the word of God and keep it!"
0 Σχόλια